Σάββατο 12 Απριλίου 2014

ΣΑΒΒΑΤΟ ΤΟΥ ΛΑΖΑΡΟΥ

Τροπάριον τοῦ Ὄρθρου
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος,
ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ....


Θεός·
ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες,
τὰ τῆς νίκης σύμβολα φέροντες,
σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Στιχηρὰ Ἰδιόμελα τοῦ Ἁγίου Λαζάρου
Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ ᾍδου τὰ βασίλεια,
καὶ ὁ λόγος τῆς ἐξουσίας σου, ἤγειρεν ἐκ τάφου τετραήμερον,
καὶ γέγονεν ὁ Λάζαρος, τῆς παλιγγενεσίας, προοίμιον σωτήριον.
Πάντα δυνατά σοι Δέσποτα, τῷ πάντων Βασιλεῖ,
δώρησαι τοῖς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Η ευαγγελική περικοπή της ημέρας που περιγράφει την Ανάσταση του Λαζάρου:
κατά Ιωάννην, κεφάλαιο ια, 1-45
.

i-diadromi.gr

Ετικέτες ,